Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.362 Joseph. AJ 6.366 (English) >>Joseph. AJ 6.370

6.364διέμειναν δὲ οἱ σὺν τῷ Δαυίδῃ καὶ αὐτοὶ ἀναιροῦντες ἀπὸ πρώτης ὥρας ἕως ἑσπέρας, ὡς μὴ περιλειφθῆναι τῶν Ἀμαληκιτῶν πλείονας τετρακοσίους· καὶ οὗτοι δὲ δρομάσι καμήλοις ἐπιβάντες διέφυγον. ἀνέσωσε δὲ τἆλλα πάντα διήρπασαν αὐτῶν οἱ πολέμιοι καὶ τάς τε αὐτοῦ γυναῖκας καὶ τὰς τῶν ἑταίρων. 6.365ὡς δὲ ἀναστρέφοντες ἧκον ἐπὶ τὸν τόπον, ἔνθα διακοσίους μὴ δυναμένους αὐτοῖς ἕπεσθαι καταλελοίπεσαν ἐπὶ τῶν σκευῶν, οἱ μὲν τετρακόσιοι τῆς μὲν ἄλλης ὠφελείας τε καὶ λείας οὐκ ἠξίουν αὐτοῖς ἀπομερίζειν· οὐ συνακολουθήσαντας γὰρ ἀλλὰ μαλακισθέντας περὶ τὴν δίωξιν ἀγαπήσειν ἀνασεσωσμένας τὰς γυναῖκας ἀπολαμβάνοντας ἔλεγον· 6.366Δαυίδης δὲ πονηρὰν καὶ ἄδικον αὐτῶν ταύτην ἀπέφηνε τὴν γνώμην· εἶναι γὰρ ἀξίους, τοῦ θεοῦ παρασχόντος αὐτοῖς ἀμύνασθαι μὲν τοὺς πολεμίους, κομίσασθαι δὲ πάντα τὰ αὑτῶν, πᾶσιν ἐξ ἴσου τοῖς συστρατευσαμένοις μερίζεσθαι τὴν ὠφέλειαν, καὶ ταῦτʼ ἐπὶ φυλακῇ τῶν σκευῶν μεμενηκότων. 6.367καὶ ἐξ ἐκείνου νόμος οὗτος ἐκράτησε παρʼ αὐτοῖς, ἵνα ταὐτὰ τοῖς μαχομένοις λαμβάνωσιν οἱ τὰ σκεύη φυλάσσοντες. γενόμενος δʼ ἐν Σικέλλα Δαυίδης διέπεμψε πᾶσι τοῖς ἐν τῇ Ἰούδα φυλῇ συνήθεσι καὶ φίλοις ἀπομοίρας τῶν λαφύρων. καὶ τὰ μὲν περὶ τὴν Σικέλλων πόρθησιν καὶ Ἀμαληκιτῶν ἀναίρεσιν οὕτως ἐγένετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.362 Joseph. AJ 6.366 (English) >>Joseph. AJ 6.370

Powered by PhiloLogic